Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.38 Dem. 21.41 (English) >>Dem. 21.44

21.40εἰ μὲν τοίνυν ἐκείνων κατηγορεῖν βούλεταί τις ἐν τῷ παρόντι, δεῖ λέγειν ταῦτα· εἰ δʼ ὑπὲρ ὧν ἐγὼ τούτου κατηγόρηκʼ ἀπολογεῖσθαι, πάντα μᾶλλον ταῦτα λεκτέα. πᾶν γὰρ τοὐναντίον ἐκείνοις αὐτὸς μὲν οὔτε λαβὼν οὐδὲν οὔτʼ ἐπιχειρήσας λαβεῖν φανήσομαι, τὴν δʼ ὑπὲρ τῶν νόμων καὶ τὴν ὑπὲρ τοῦ θεοῦ καὶ τὴν ὑπὲρ ὑμῶν τιμωρίαν δικαίως φυλάξας καὶ νῦν ἀποδεδωκὼς ὑμῖν. μὴ τοίνυν ἐᾶτε ταῦτʼ αὐτὸν λέγειν, μηδʼ, ἂν βιάζηται, πείθεσθʼ ὡς δίκαιόν τι λέγοντι. 21.41ἂν γὰρ ταῦθʼ οὕτως ἐγνωσμένʼ ὑπάρχῃ παρʼ ὑμῖν, οὐκ ἐνέσται αὐτῷ λόγος οὐδὲ εἷς. ποία γὰρ πρόφασις, τίς ἀνθρωπίνη καὶ μετρία σκῆψις φανεῖται τῶν πεπραγμένων αὐτῷ; ὀργὴ νὴ Δία· καὶ γὰρ τοῦτο τυχὸν λέξει. ἀλλʼ μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ πρᾶξαι, κἂν ὑβριστικῶς ποιήσῃ, διʼ ὀργήν γʼ ἔνι φῆσαι πεποιηκέναι· δʼ ἂν ἐκ πολλοῦ συνεχῶς ἐπὶ πολλὰς ἡμέρας παρὰ τοὺς νόμους πράττων τις φωρᾶται, οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει, ἀλλὰ καὶ βεβουλευμένως τοιοῦτος ὑβρίζων ἐστὶν ἤδη φανερός.

21.42ἀλλὰ μὴν ὁπηνίκα καὶ πεποιηκὼς κατηγορῶ καὶ ὕβρει πεποιηκὼς φαίνεται, τοὺς νόμους ἤδη δεῖ σκοπεῖν, ἄνδρες δικασταί· κατὰ γὰρ τούτους δικάσειν ὀμωμόκατε. καὶ θεωρεῖθʼ ὅσῳ μείζονος ὀργῆς καὶ ζημίας ἀξιοῦσι τοὺς ἑκουσίως καὶ διʼ ὕβριν πλημμελοῦντας τῶν ἄλλως πως ἐξαμαρτανόντων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.38 Dem. 21.41 (English) >>Dem. 21.44

Powered by PhiloLogic